Add parallel Print Page Options

14 Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν [a]πατέρα, 15 ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, 16 ἵνα [b]δῷ ὑμῖν κατὰ [c]τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, 17 κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν ἐν ἀγάπῃ· ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, 18 ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ [d]ὕψος καὶ βάθος, 19 γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:14 πατέρα WH Treg NIV ] + τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ RP
  2. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:16 δῷ WH Treg NIV ] δῴη RP
  3. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:16 τὸ πλοῦτος WH Treg NIV ] τὸν πλοῦτον RP
  4. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 3:18 ὕψος καὶ βάθος WH Treg NIV ] βάθος καὶ ὕψος RP